ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Τετάρτη, 10 Αυγούστου 2011

ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΟΥ ΚΑΖΑΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΠΙ ΠΟΝΟΥ ΨΥΧΗΣ Ποίημα Ἀντωνίου Μάρκου


Εὐλογήσαντος τοῦ Ἱερέως, τόν Ψαλμόν ρμβ’- 142 («Κύριε εἰσάκουσον…»), μεθ’ ὅ τό «Θεός Κύριος…» ὡς συνήθως καί τά ἑξῆς Τροπάρια:

Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῶ Σταυρῶ.
Τῆ τοῦ Καζάν τῆς Θεοτόκου Εἰκόνι, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καί πόνοις ὑπάρχοντες, προσπίπτωμεν ἐν πίστει πολλῆ, Δέσποινα βοήθησον ἐκβοῶντες ἐν τάχει, τόν ζυγόν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη. Σέ γάρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καί τῆ Σῆ σκέπῃ ὡς νήπια σπεύδομεν.


Δόξα τό αὐτό.


Καί νῦν. Ὅμοιον.
Τῆ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῆ θεϊκῆ Σου σκέπασον ἀγάπῃ ἡμᾶς. Σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς καταθλίψεως καί τῆς δαιμόνων μανίας. Σοῦ γάρ ὑπάρχει ἡ Εἰκών ἡ τοῦ Καζάν, ἡμῶν προστάτις, σκέπη τε καί ἀντίληψις.

Ὁ Ν’ - 50 Ψαλμός («Ἐλέησόν με ὁ Θεός…») καί ὁ Κανών, οὗ ἡ ἀκροστιχίς, «ΕΙΚΟΝΙ ΤΗ ΤΟΥ ΚΑΖΑΝ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ».

Ὠδή α’. Ἦχος πλ. δ’. Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
Εἰκόνι Σου τῆ θείᾳ, τῆ τοῦ Καζάν προσπίπτωμεν, Κόρη, Θεοπόθητε Μαριάμ, καί δι’ αὐτῆς Σοί τάς ἱκεσίας, ὡς εἰς μητέρα προσφέρομεν, Δέσποινα.

δεῖν τοῦ Υἱοῦ Σου τήν φοβεράν ἡμέραν, Παρθένε, καταξίωσον Σαῖς λιταῖς καί Τοῦτον ἐν ὄμματι συμπαθείας, Σαῖς ἱκεσίαις κατάστησον βλέποντα.

Κυρία Παρθένε τό τῆς ἐμῆς ψυχῆς δεινόν ἄλγος καί τόν πόνον καί τήν φθοράν ἀπέλασον καί τήν ἁμαρτίαν, τήν ταῦτα πάντα ἐμοί προκαλέσαντα.
δόν μετανοίας καί ἐπιστροφῆς βαδίζοντα, Κόρη, εὕροιμι 
θάνατος Σαῖς λιταῖς, Σοῦ δέομαι καί πρός τόν Υἱόν Σου, Σύ μέ ὁδήγησον ὡς Ὁδηγήτρια.


Ὠδή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
Ναῶ, Παρθένε, τεμένει τῶ ἐν Καζάν Σοί ὑπάρχοντα, ἐν ὅ ἡ Σῆ Εἰκών ἡ ἁγία ἀποθησαύρισται, πλήθη προσφεύγουσιν τῶν Ὀρθοδόξων, κακεῖσε τήν δέησιν προσφέρουσι Σοί τῆ Μητρί ἡμῶν.

δε, Κόρη Ἁγία, τούς τῆ Εἰκόνι Σου σπεύδοντας καί δεινοῦ ἄλγους καί λύπης ἡμᾶς ἀπάλλαξον, τούς τῆ Σῆ χάριτι γονυκλινῶς αἰτουμένοις, πρόφθασον, ἀπάλλαξον ἡμᾶς πρεσβείαις Σου.

Τῆς μορφῆς Σου τῆς θείας τῆς ἐν Καζάν τῶ ἐκτυπώματι, σπεύδομεν οἱ ἐν θλίψεσι πάντες καί ἐν βασάνοις ὑπάρχοντες, αὐτῶ γάρ δέδοκας πλουσίαν τήν Σήν χάριν, ἧν ἡμῖν ἐπόμβρισον, Ἁγία Δέσποινα.

μεῖς πάντες, Παρθένε, τῆ μεσιτείᾳ Σου σπεύδομεν, αἰτούμενοι τυχεῖν βοηθείας καί ἀντιλήψεως. Ἄρον τό βάρος ἡμῶν ἀπό ψυχῆς, Θεοτόκε, ἵνα ἀνυμνοῦμεν Σε, θείᾳ Καζάνσκαγιᾳ.

Διάσωσον, τούς Σύ προσπίπτοντας ἐκ πόθου, Καζάνσκαγια Μητροπάρθενε Κόρη, εἰκόνι Σου γάρ τῆ σεπτῆ ἐπισκιάζει ἀφθόνως ἡ Σῆ χάρις.

πίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Καί μνημονεύει ὁ Ἱερεύς ἐκείνων δι’ οὕς ἡ Παράκλησις τελεῖται. Κύριε ἐλέησον (15).

Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.

Καζάν τῆ σεπτῆ Εἰκόνι νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτῆς αἰτούμεθα τῆς Θεοτόκου τό ἄμετρον ἔλεος καί τήν ταχεῖαν Ταύτης συνδρομήν καί τήν βεβαίαν Αὐτῆς ἀντίληψιν.

Ὠδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Τῆς Ῥωσίας προστάτιδα, Ὀρθοδόξων πάντων τήν ἀντιλήπτορα καί τήν κόσμου χαρᾶς πρόξενον, Παναγία Σέ κηρύττομεν.

λος ἐν βορβόρῳ νῦν, τόν τῆς ἁμαρτίας, ὡς κύων εὕροιμι καί ἐκεῖσε κυλιώμενος, τοῦ ἐλέους Σου τυγχάνω ἀνεπίδεκτος.

μνον καί τήν δέησιν τήν πρός Σέ, Παρθένε, μή ὑπερείδης μου, ἀλλά σπεῦσον ὡς φιλόστοργος Ἄνασσα καί ἐλέησον τόν κάμνοντα.

Καζάν τό ἐκτυπώματι τῆς Παρθένου, πάντες τά νῦν προσπίπτωμεν οἱ ἐν θλίψεσι, αἰτούμενοι ἄλγους ψυχικοῦ τήν ἀπολύτρωσιν.

Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
νοιξον ἡμῖν Παραδείσου θύρας Κύριε, ταῖς πρεσβείαις τῆς Ἀχράντου Σου Μητρός, ὅτι Ταύτην Σύ προβάλλομεν μεσήτριαν.

Ζῆλον θερμουργόν ὑπέρ Πίστεως τῆς Σῆς ἡμῖν ἐπόμβρισον, Σῆς Μητρός ἐπικαμπτόμενος Χριστέ, μεσιτείᾳ καί πρεσβείᾳ καί δεήσεσι.

ρον τό βαρύ τῆς ψυχῆς ἡμῶν τό ἄλγος Φιλάνθρωπε, τῆς Μητρός Σου ἐπικαπτόμενος Σωτήρ τῆ πρεσβείᾳ, ὅτι Αὐτῆ νῦν καταφεύγωμεν.

Νεῦσον πρός ἡμᾶς φιλανθρώπως, Ἐλεῆμον Κύριε, μεσιτείᾳ τῆς Πανάγνου καί λιταῖς, τῆ ἐν Καζάν γάρ Αὐτῆς εἰκόνι νῦν προσπίπτωμεν.

Ὠδή στ’. Ὁ Εἱρμός. Τήν δέησιν.
Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καί κακώσεων, τραυμάτων τε, Παρθένε, τῆ τοῦ Καζάν γάρ τῆ Εἰκόνι προσπίπτων, τήν παρά Σοῦ αἰτοῦμαι βοήθειαν καί Σέ θαυμάτων τήν πηγήν ὁμολογῶ καί κηρύττω, Πανύμνητε.

ωσίας τε καί Ὀρθοδόξων ἁπάντων, τά Σά θαυμάσια κηρύσσουσι προστάτην καί τριχομένων κακίαις παντοίαις καί ὀχλουμένων Βελίαρ προσκρούσεσι καί πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.

ρμησον τήν ψυχήν μου, Παρθένε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας ταῖς Σαῖς θερμαῖς πρός Θεόν ἱκεσίαις καί τῆ πρεσβείᾳ Σου τήρησον ἄτρωτον καί ἐπί πέτραν ἀσφαλῆ τῆς πρός Υἱόν Σου πίστεως, Ἄχραντε.

Συμπνίγομαι ταῖς τοῦ βίου πάθεσι τοῖς ἀκαθάρτοις, ἅ μολύνουσι, Μήτερ, τήν ἐν ἐμοί τοῦ Κυρίου εἰκόνα, ἀλλά Σύ δέομαι, Κόρη, ἀποκάθαρον, ταῖς δάκρυσι καί στεναγμοῖς, ἅ δώρησαί μοι, Μαρία Καζάνσκαγια.

Διάσωσον, τούς Σύ προσπίπτοντας ἐκ πόθου, Καζάνσκαγια Μητροπάρθενε Κόρη, εἰκόνι Σου γάρ τῆ σεπτῆ ἐπισκιάζει ἀφθόνως ἡ Σῆ χάρις.

χραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Καί ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται. Κύριε ἐλέησον (12).

Κοντάκιον (Ποίημα Γεωργίου Ἀποστολάκη). Ἦχος γ’. Τήν ὡραιότητα.
Σεπτήν Εἰκόνα Σου, Ῥωσίας καύχημα τιμῶμεν, Δέσποινα, καί ἀναμέλπωμεν ὠδάς καί ὕμνους, Ἀγαθή, πρεσβείας Σου ἐξαιτοῦντες. Πᾶσι γάρ θαυμάσια ἐκτελεῖ Σόν ἐκτύπωμα, προσαγορευόμενον παρά Ῥώσων Καζάνσκαγια. Καί νῦν ὑπέρ ἡμῶν ἐκδυσώπει τόν Υἱόν Σου Πανάχραντε.

Καί εὐθύς τό Προκείμενον
Μνησθήσομαι τοῦ ὀνοματός σου ἐν πάσῃ γενεᾶ καί γενεᾶ. (Δίς).
Στίχ. Ἄκουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾶ καί γενεᾶ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (α’ 39-49 καί 56). « Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ…».

Δόξα Πατρί...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν...
Καζάνσκαγιας πρεσβείαις, λιταῖς τε, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
λβον ἀναφαίρετον, τήν θαυμαστήν Σου Εἰκόνα, ἡ Ῥωσία ἔχουσα, θείᾳ εὐδοκίᾳ Σου, Κόρη Πάντιμε. Ἐν Καζάν αὗτη γάρ ἀπό γῆς ἐφάνη, διά Ματρώνης τῆς παιδίσκης τε, Ἑρμογένους τοῦ θεόφρονος καί ὑπό Γουρίου Ἀρχιποίμενος. Σώζει δέ ἐκ θλίψεων, τούς ἐν πίστει ταύτῃ προστρέχοντας. Ὅθεν πάντας σκέπε ἡμᾶς τούς καταφεύγοντας πρός Σέ καί αἰτουμένους, Πανύμνητε, τήν Σήν θείαν ἀντίληψιν.

Ὁ Ἱερεύς, «Σῶσον ὁ Θεός τόν λαόν Σου…».

Ὠδή ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πατρίδος Ἑλληνίδος μνήσθητι, Θεοτόκε, ὡς Πόλεως Κωνσταντίνου ποτέ. Ὑπέρμαχον γάρ ταύτης καί στρατηγόν ἐν πίστει Σέ ἐπιγράφεται ψάλουσσα, ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

ασαι τῆς ψυχῆς μου τόν πόνον, Παναγία, ἡ τῆς Ῥωσίας προστάτης Καζάνσκαγια, Σῆ γάρ προσπίπτω, Κόρη, τῆ Σῆ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι, ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Πῦρ τό τῆς ἁμαρτίας, Παρθένε, τόν Σόν δοῦλον καταναλίσκει, πλήν σπεῦσον ῥυσθῆναι με. Κατάσβεσον τήν φλόγαν, εὐχαῖς πρός τόν Υἱόν Σου, ἵνα εὐγνωμόνως κραυζάγω Σοι, ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Τίμιος ἐναντίον Κυρίου τῶν Ὁσίων ἀναδέδεικται θάνατος, Δέσποινα, Γουρία τε Ἑρμογένους, αὐτούς γάρ ἡ Εἰκών Σου ἡ τοῦ Καζάν ἐπευλόγησε ψάλλοντας, ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Ὠδή η’. Ὁ Εἱρμός. Τόν Βασιλέα τῶν οὐρανῶν.
ραιοτάτη ἡ μορφή Σῆς Εἰκόνος, τῆς τοῦ Καζάν, εὐσυμπάθητε Κόρη, πρός ἧν τό γόνυ ψυχῆς κλίνωμεν πάντες.

νασσα Κόρη, τῆ τοῦ Καζάν Σῆ Εἰκόνι προσπεσόντες οἱ πιστοί ἀναβοῶμεν, σπεῦσον, Παρθένε, καί ἀπάλλαξον ἐν τάχει.

Ναῶ Σου θείῳ τῶ ἐν Καζάν, Θεοτόκε, χαίρουσα σπεύδει πληθύς τῶν Ὀρθοδόξων, τυχεῖν συγγνώμης, ἐλέους τε βοηθείας.

Τῆς Βασιλείας, Παρθένε, τοῦ Υἱοῦ Σου τύχοιμεν πάντες Ὀρθόδοξοι ποθοῦμεν, Σῆ μεσιτείᾳ, δεήσι τε βοηθείᾳ.

Ὠδή θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
ραῖος κάλει πάντων ἀνθρώπων πέλει, Μῆτερ, ὁ Σός Υἱός πρός Ὅν τήν δέησιν ἔκχεε, ἵνα ῥυσθῶμεν διά Σοῦ κολάσεως τῆς γεέννης.

Νικῆσαι τοῦ Βελίαρ τάς μηχανάς, Παρθένε, Σῆ βοηθείᾳ ἐλπίζομεν πάντοτε, πρός Σόν Υἱόν ταῖς Σαῖς λιταῖς, δι’ ὧν βεβαίως οἱ πάντες σωζόμεθα.

ασαι τῆς ψυχῆς μου τό ἄλγος, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τόν δοῦλον Σου καί δώρησαί μοι τήν χαράν, ἵνα ὑμνῶ Σε Παρθένε Καζάνσκαγια.

μματι εὐσπλαχνίας βλέψον ἡμῖν ἐν τάχει καί βοηθείας χεῖραν τοῖς δούλοις Σου ἔκτεινον, Σέ γάρ μητέρα ἡμῶν θείαν κηρύττομεν.

Σάλον τόν τῆς ψυχῆς μου καί ἄλγος καί ὀδύνην, ταῖς Σαῖς πρεσβείαις κατάστειλον δέομαι, Σῆ γάρ προσφεύγω, Παρθένε Καζάνσκαγια.

Καί εὐθύς, τό
ξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Εἰκόνι Σου τῆ θείᾳ τῆ τοῦ Καζάν προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν γενναῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.
ωσίας ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν Ὑπέρμαχον Στρατηγόν, Καζάν τήν Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Παρθένου λαμπρόν ἀποτύπωμα.
Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ, καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.
Βάρος, Παρθένε, ἐν τῆ ψυχῆ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ, Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ Σου χωρίζει με.
Κατέχοντες, Κόρη, τῆς Σῆς μορφῆς, Εἰκόνα τήν θείαν, ἀποκειμένην ἐν τῶ σεπτῶ Ξένης Σαλῆς Παρεκκλησίῳ, αὐτῆ προσπίπτωμεν, θείᾳ Καζάνσκαγιᾳ.
Κράζωμεν εὐγνωμόνως χαῖρε Ἁγνῆ, ὅτι εὐαρεστῆσαι τῆ Εἰκόνι Σου τοῦ Καζάν, τῆ ἀποκειμένῃ Ξένης Παρεκκλησίῳ, δοξάζοντες τήν θείαν οἰκονομίαν Σου.
Μεγαλυνάριον ἕτερον (ποίημα Γεωργίου Ἀποστολάκη).
Χαίροις ἄνθος εὔοσμον τοῦ Καζάν, πάσης τε Ῥωσίας ἀγαλλίαμα καί χαρά, ἡμετέρου οἴκου ἐπίσκεψις καί σκέπη, Κυρία Θεοτόκε, σεπτή Καζάνσκαγια.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆ σεπτῆ Σου Εἰκόνι τῆ τοῦ Καζάν νῦν προσπίπτωμεν, κλίνοντες τό γόνυ, Παρθένε, τῆς ψυχῆς καί τοῦ σώματος, δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρός Υἱόν Σου καί λιταῖς. Ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημελημάτων ἀφέσεως. Δόξα τοῖς μεγαλείοις Σου, Σεμνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα ὑπερβαλόντως, Κόρη, τῆ δυναστείᾳ Σου.

Ἀπολυτίκιον ἕτερον (Ποίημα Γεωργίου Ἀποστολάκη). Ἦχος δ’. Ταχύ προκατάλαβε.
Τήν θείαν Εἰκόνα Σου, ὡς θησαυρόν τιμαλφῆ καί πλοῦτον κατέχοντες, ἀγαλλωμένῃ ψυχῆ βοῶμεν Σοι, Δέσποινα. Σκέπε τοῦτον τόν Οἶκον ἀπό πάσης ἀνάγκης, πάντες γάρ προσκυνοῦμεν εὐλαβῶς τήν μορφήν Σου, ἥν ἐκ Ῥωσίας ἐλθοῦσαν καλοῦμεν Καζάνσκαγιαν.

Ὁ Ἱερεύς τήν δέησιν «Ἐλέησον ἡμᾶς...» καί τήν μικράν Ἀπόλυσιν. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τῆς Παναγίας καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τῆ Σῆ πανυπερτίμῳ Εἰκόνα, τῆ τοῦ Καζάν, τῆ σεπτῆ, ῥύου πάσης θλίψεως καί περιστάσεως, τῶν παθῶν δέ διάλυσον τόν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον. Σύ γάρ Παρεκκλησίου τῆς Ξένης καί πιστῶν ἁπάντων προστάτις πέλεις, οἷα Μήτηρ τοῦ Παντάνακτος.

Ἦχος πλ. δ’.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β’.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μήτερ τοῦ θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου. 
Ὁ Ἱερεύς.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Δεν υπάρχουν σχόλια: