ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Δευτέρα, 13 Νοεμβρίου 2017

Μη μου δείχνεις την ευλάβειά σου την ώρα που ακούς τα θεία λόγια, αλλά την ώρα της έμπρακτης εφαρμογής


«Μη μου δείχνεις τον αθλητή την ώρα της προπονήσεως, αλλά την ώρα του αγώνα. Μη μου δείχνεις την ευλάβειά σου την ώρα που ακούς τα θεία λόγια, αλλά την ώρα της έμπρακτης εφαρμογής»

 Άγιος Ιωάννης ο Χρυσόστομος

2 σχόλια:

Ανώνυμος είπε...

Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Ἡ τοῦ στόματός σου καθάπερ πυρσός ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.ΑΜΗΝ

Κοντάκιον
Ἦχος πλ. δ’. Τὴν ὑπὲρ ἡμῶν.
Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.ΑΜΗΝ

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου· ὅθεν καὶ πρὸς ζῆλον, Βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Ἕτερον Κάθισμα
Ἦχος γ’. Θείας πίστεως.
Σκεῦος ἔνθεον τῆς Ἐκκλησίας, πλοῦτος ἄσυλος τῆς εὐσεβείας, ἀνεδείχθης Ἱεράρχα Χρυσόστομε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, τοῖς δεομένοις ἐπαντλήσας τόν ἔλεον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον Κάθισμα
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τοῖς χρυσέοις λόγοις σου, ἡ Ἐκκλησία, ἀρδομένη ἅπαντας, ποτίζει νάματα χρυσᾶ, καὶ ἰατρεύει νοσήματα, τῶν σὲ ὑμνούντων, παμμάκαρ Χρυσόστομε.

Ἕτερον Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λογον.
Τῆς ἀρρήτου σοφίας θεοπτικῶς, ἐξαντλήσας τὸν πλοῦτον τὸν γνωστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων ἀξίως, βυθίζοντα δόγματα· ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Ὁ Οἶκος
Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας, Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με· Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην· τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.ΑΜΗΝ.

Ανώνυμος είπε...

Τι σωστή παρατήρηση !